/cts/urn:cts:sawsTexts:tlg4036.tlg005.saws01:Prop-45.ci1
urn:cts:sawsTexts:tlg4036.tlg005.saws01:Prop-45.ci1<seg xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:sawsCTS="/cts/urn:cts:" xmlns:saws="http://purl.org/saws/ontology " n="ci1" type="contentItem" xml:id="Prop-45.ci1"> Πᾶν τὸ αὐθυπόστατον ἀγένητόν ἐστιν. εἰ γὰρ γενητόν, διότι μὲν γενητόν, ἀτελὲς ἔσται καθ' ἑαυτὸ καὶ τῆς ἀπ' ἄλλου τελειώσεως ἐνδεές· διότι δὲ αὐτὸ ἑαυτὸ παράγει, τέλειον καὶ αὔταρκες. πᾶν γὰρ γενητὸν ὑπ' ἄλλου τελειοῦται τοῦ παρέχοντος αὐτῷ γένεσιν οὐκ ὄντι· καὶ γὰρ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ ἀτελοῦς εἰς τὸ ἐναντίον τέλειον. εἰ δ' ἑαυτό τι παράγει, τέλειον ἀεί ἐστιν, ἀεὶ τῇ ἑαυτοῦ αἰτίᾳ συνόν, μᾶλλον δὲ ἐνυπάρχον, πρὸς τὸ τῆς οὐσίας τελειωτικόν. </seg>